Mark 16

1Καὶ διαγενομένου τοῦ σαββάτου
 Μαρία = Treg NA/NIV RP: || ἡ Μαρία = WH
Μαρία Μαγδαληνὴ καὶ Μαρία
 ἡ τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ ⸃ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
2καὶ λίαν πρωῒ
 τῇ μιᾷ τῶν = WH NA/NIV: || μιᾷ τῶν = Treg; || τῆς μιᾶς = RP
τῇ μιᾷ τῶν ⸃ σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου.
3καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον
 ἐκ = WH NA/NIV RP: || ἀπὸ = Treg
ἐκ τῆς θύρας τοῦ μνημείου;
4καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι
 ἀποκεκύλισται = NA/NIV RP: || ἀνακεκύλισται = WH Treg
ἀποκεκύλισται λίθος, ἦν γὰρ μέγας σφόδρα.
5καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6 δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε τόπος ὅπου ἔθηκαν αὐτόν· 7ἀλλὰ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπαν, ἐφοβοῦντο
 γάρ = WH NA: || γάρ + vv.9–20 = Treg RP; || γάρ + [Intermediate ending and 9–20] = NA/NIV.
γάρ.

[[Πάντα δὲ τὰ παρηγγελμένα τοῖς περὶ τὸν Πέτρον συντόμως ἐξήγγειλαν. μετὰ δὲ ταῦτα καὶ αὐτὸς Ἰησοῦς ἀπὸ ἀνατολῆς καὶ ἄχρι δύσεως ἐξαπέστειλεν δι᾽ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτον κήρυγμα τῆς αἰωνίου σωτηρίας. ἀμήν.]]

9[[Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ,
 παρ᾽ = [[WH]] Treg NA/NIV: || ἀφ᾽ = RP
παρ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
10ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾽ αὐτοῦ γενομένοις πενθοῦσι καὶ κλαίουσιν· 11κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.

12Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ πορευομένοις εἰς ἀγρόν· 13κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.

14Ὕστερον
 δὲ = [[WH]] Treg NA/NIV: || [omit] = RP
δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν ὅτι τοῖς θεασαμένοις αὐτὸν
 ἐγηγερμένον = Treg NA/NIV RP: || ἐγηγερμένον ἐκ νεκρῶν = [[WH]]
ἐγηγερμένον οὐκ ἐπίστευσαν.
15καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει. 16 πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, δὲ ἀπιστήσας κατακριθήσεται. 17σημεῖα δὲ τοῖς πιστεύσασιν
 ταῦτα παρακολουθήσει = NA/NIV RP: || ἀκολουθήσει ταῦτα = [[WH]] Treg
ταῦτα παρακολουθήσει ⸃, ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν
 καιναῖς = NA/NIV RP: || [omit] = [[WH]] Treg
καιναῖς,
18
 ὄφεις = RP: || καὶ ἐν ταῖς χερσὶν ὄφεις = [[WH]] Treg NA/NIV
ὄφεις ἀροῦσιν κἂν θανάσιμόν τι πίωσιν οὐ μὴ αὐτοὺς βλάψῃ, ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσιν καὶ καλῶς ἕξουσιν.

19 μὲν οὖν κύριος
 Ἰησοῦς = [[WH]] Treg NA/NIV: || [omit] = RP
Ἰησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ.
20ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων
 σημείων = [[WH]] Treg NA/NIV: || σημείων. Ἀμήν = RP
σημείων.]]



Copyright information for SBLG